# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.93

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.93

ἀνατρεφομένοις. οὐδὲ γὰρ οὐδ' εὐτροφῆσαι δύ|ναται χωρὶς αἵματος χρηστοῦ. προσκειμένου δ' ἐν τῇ τελευτῇ τῆς ῥήσεως τοῦ οὕτως, ἔνιοι μὲν ἀρχὴν αὐτὸ ποιοῦσι τῆς ἑπομένης, ἔνιοι δὲ ταύτης πέρας. ἑκατέρως γὰρ ἐγχωρεῖ γενέσθαι τὴν ἐξήγησιν, ὥστε περὶ τούτου μὲν οὐ χρὴ φιλοπόνως ζητεῖν, ἐπὶ τὰ συνεχῆ δὲ μεταβῶμεν ἀρχὴν τῆς ἑπομένης ῥήσεως ποιησάμενοι τὸ οὕτως, ἐπειδὴ τοῖς πλείστοις τῶν ἐξηγητῶν ἔδοξεν [ἐκεῖνο] τὸ αὐτὸ πράττειν. Οὕτως τὸ κατεσπάσθαι μαζούς, ἰσχνοὺς δὲ ἀνεσπάσθαι καὶ περιτετάσθαι, καίτοι οὐκ ἄν τις οἴοιτο διὰ τοῦτο, ἀλλὰ σαρκωθέντος τοῦτο γίνεσθαι. Αὕτη μὲν ἡ παλαιὰ ῥῆσις. μετεποίησαν δὲ αὐτὴν οἱ μὲν ἐπ' ὀλίγον, οἱ δὲ ἐπὶ πλέον, ὥσπερ καὶ Σαβῖνος ὧδέ πως γράψας· "οὕτως τὸ κατεσπάσθαι μαζοὺς ἰσχνούς, τοὺς δ' ἀνεσπάσθαι," ἵνα τοὺς μὲν ἰσχνοὺς καὶ χαλᾶσθαι καὶ μακροὺς φαίνεσθαι σημαίνηται, τοὺς δ' εὐτροφοῦντας ἀνεσπάσθαι. Ῥοῦφος δὲ καὶ τὴν παλαιὰν ἐφύλαξε γραφὴν καὶ τὴν ἐξήγησιν τῶν παλαιοτέρων ἐξηγητῶν ἐναντίον τι διδάσκουσαν τῇ Σαβίνου. κατεσπάσθαι μὲν γὰρ τοὺς εὐτροφοῦντας, ἀνεσπάσθαι δὲ |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
