Ancient Greek
Volume 17b
Galen, In Hippocratis librum vi epidemiarum commentarii vi 17b.94
Not analysed yet
τοὺς ἰσχνοὺς βούλεται. τούτοις δὲ φαίνεται καὶ τὸ ἐπιφερόμενον μαρτυρεῖν εἰπόντος τοῦ Ἱπποκράτους καίτοι οὐκ ἄν τις οἴοιτο <διὰ τοῦτο>. προειρηκὼς γὰρ ἐν μὲν τῇ λεπτότητι χαλᾶσθαι, περιτείνεσθαι δὲ εὐτροφούντων τὸ δέρμα τῷ μὲν προτέρῳ τὸ κατεσπάσθαι τοὺς μασθούς, τῷ δὲ δευτέρῳ τὸ ἀνεσπάσθαι συνεπόμενον εὑρίσκει καὶ διὰ τοῦτό φησι καίτοι οὐκ ἄν τις οἴοιτο <διὰ τοῦτο>. τοῦτο δὴ ὡς ἕρμαιον ἔλαβον οἱ παλαιοὶ τῶν ἐξηγητῶν ὄντες ἐμπειρικοὶ Γλαυκίας τε καὶ ὁ Ταραντῖνος Ἡρακλείδης ***ἡγοῦνται γὰρ ἐκ τούτου καὶ τὸν Ἱπποκράτην δεικνύειν ὁμόψηφον ἑαυτοῖς, ὡς μὴ πιστεύειν ταῖς δογματικαῖς πιθανότησιν, ἀλλὰ μόνῳ τῷ διὰ <τῆς> ἐμπειρίας φαινομένῳ. καίτοι καὶ τὸ φαινόμενον αὐτὸ χωρὶς διορισμοῦ ῥηθὲν ἑκατέρως ἐστὶ ψεῦδος, ἐάν τε κατεσπάσθαι τε καὶ χαλᾶσθαι τοὺς τοιούτους εἴπωμεν ἐν τοῖς λεπτυσμοῖς ἐάν τ' ἀνεσπάσθαι. τοῦτ' οὖν ἐχρῆν αὐτοῖς πρῶτον ἀκριβῶς ἐξητάσθαι, τοῖς μὲν ἐμπειρικοῖς, ἐπειδὴ τοῦ φαινομένου τηρητικοί τέ εἰσι καὶ μνημονευτικοί, τοῖς δὲ δογματικοῖς, |