# In Hippocratis librum vi epidemiarum commentarii vi 17b.99

Galen, In Hippocratis librum vi epidemiarum commentarii vi, Volume 17b. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-librum-vi-epidemiarum-commentarii-vi/17b.99

δοισι, πάλῃσι, δρόμοισιν, ἀνατρίψει, πόνον πόνῳ αὐτοῖσι. Καὶ ταύτην τὴν ῥῆσιν ἄλλος ἄλλως γράφει, τινὲς μὲν ὑπαλλάττοντες τὴν τάξιν τοιάνδε· "περιόδοισι, πάλῃσιν", ἔνιοι δ' ἐν ἀρχῇ πάλῃσι, τινὲς δ' ἐξαιροῦντες τὸ πάλῃσιν, ἔνιοι δ' ἐν ἀρχῇ προστιθέντες λιμῷ. περιόδους μὲν οὖν καλεῖ τοὺς βραδεῖς περιπάτους ἐπὶ πλείονα χρόνον ἐκτεινομένους, ὡς ἐν τῷ Περὶ διαίτης ὀξέων αὐτὸς ἔφη· "βραδεῖαν, συχνὴν περίοδον πλανηθῆναι." καὶ Πλάτων μὲν μέμνηται τοῦ Ἡροδίκου ὡς πολλοῖς περιπάτοις χρωμένου. τίνος δὲ νῦν Ἡροδίκου μνημονεύει, πότερον τοῦ Λεοντίνου ἢ τοῦ Σηλυμβριανοῦ περιττὸν ζητεῖν. ἐν ἄλλῳ γὰρ λόγῳ τὰ τοιαῦτα πάντως διέρχομαι. νυνὶ δ' οὔ που καιρὸς ἱστορικῶν ζητημάτων, ὅπου καὶ τῶν γεγραμμένων τισὶν ἐξηγήσεων οὐκ ὀλίγας παραλιπόντες ἀγαπῶμεν, ἐὰν ἐν ὀκτὼ βιβλίοις συμπληρώσωμεν τὴν ἐξήγησιν. διὰ τί δὲ μέμφεται τὸν Ἡρόδικον, |

---

Galenus Med., In Hippocratis librum vi epidemiarum commentarii vi. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg091.local001/.
