Ancient Greek · ~1 min
Book 2
Galen, In Hippocratis Prognosticum 2.18
Not analysed yet
Ἐπιτήδειον δὲ καὶ ἕλμινθας στρογγύλας συνεξιέναι μετὰ τοῦ διαχωρήματος πρὸς τὴν κρίσιν ἰούσης τῆς νούσου. Ὅταν δὲ καὶ ταύτας ἡ φύσις ἅμα τοῖς ἄλλοις περιττοῖς ὠθῇ κάτω, βέλτιόν ἐστιν ἤπερ ἄνω. καὶ ὅταν ἄλλοις ἐπιφαίνηται, λόγῳ συμπτώματος. εἴρηται δὲ ἐπὶ πλέον ἐν τοῖς περὶ κρίσεων ὑπομνήμασιν ἡ διαφορὰ πᾶσα τῶν κρισίμως ἐπιφαινομένων.