Ancient Greek · ~1 min
Book 2
Galen, In Hippocratis Prognosticum 2.35
Not analysed yet
Καὶ τὰς λιπαρότητας δὲ τὰς ἄνω ἐφισταμένας ἀραχνοειδέας μέμφεσθαι, ξυντήξεως γὰρ σημεῖα. Οἷόν τι τοῖς λιπαροῖς ζωμοῖς ψυχομένοις ἐφίσταται τὸ καλούμενον ὑπὸ τῶν πολλῶν γραῦς, τοιοῦτον καὶ τοῖς ἐκ τῆς συντήξεως οὔροις, ὑπὲρ ὧν νῦν ἐποιήσατο τὸν λόγον αὐτὸς καὶ τὴν αἰτίαν προσθείς.