Ancient Greek · ~2 min
Book 2
Galen, In Hippocratis Prognosticum 2.44
Not analysed yet
Ξυμμεμιγμένον τε φαίνεσθαι τὸ ξανθὸν ἰσχυρῶς τῷ πτυέλῳ. Τὸ ἰσχυρῶς ἐπὶ τὸ ξυμμεμιγμένον, οὐκ ἐπὶ τὸ ξανθὸν φέρεσθαι χρὴ, ὡς εἰ καὶ οὕτως εἴρητο. φαίνεσθαι δὲ χρὴ τὸ ξανθὸν συμμεμιγμένον ἰσχυρῶς τῷ πτυέλῳ. τό γε μὴν ἰσχυρῶς αὐτῷ λίαν καὶ μάλιστα σημαίνει ταὐτόν. ὀλίγον μὲν οὖν εἶπεν ἔμπροσθεν, ἔμετος δὲ ὠφελιμώτατος φλέγματός τε καὶ χολῆς συμμεμιγμένος μάλιστα. νυνὶ δὲ ἐπὶ τῶν πτυομένων τὸ ἰσχυρῶς προσέθηκεν. ὅτι δὲ ὀρθῶς ἐξηγησάμεθα τῆς ἑξῆς ῥήσεως ἀκούσας μαθήσῃ.