Ancient Greek · ~1 min
Book 2
Galen, In Hippocratis Prognosticum 2.72
Not analysed yet
Λύει δὲ οὖρον πυῶδες οὐρηθὲν λευκὴν καὶ λείην ἔχον ὑπόστασιν. Ὅταν ἡ τῆς κύστεως φλεγμονὴ πεφθῇ, συῤῥέουσιν εἰς τὴν ἔσω χώραν αὐτῆς οἱ πεφθέντες χυμοὶ καὶ συνεκκρίνονται δηλονότι τοῖς οὔροις τὸ γνώρισμα τῆς ἀγαθῆς πέψεως ἐν ταῖς ὑποστάσεσιν ἔχοντες.