Ancient Greek · ~4 min
Book 3
Galen, In Hippocratis Prognosticum 3.40
Not analysed yet
Ἐπεὶ καὶ ἐν Λιβύῃ καὶ ἐν Δήλῳ καὶ ἐν Σκυθίῃ φαίνεται τὰ προγεγραμμένα ἀληθεύοντα σημεῖα. Οὐ κατὰ τὴν ἑαυτῷ συνήθη βραχυλογίαν τὸν περὶ τῶν χωρῶν ἐποιήσατο λόγον. ἐνῆν γὰρ αὐτῷ τῇ πρὸ ταύτης ῥήσει δύο συλλαβὰς προστιθέντι μηδὲν ἔτι δεῖσθαι ταύτης· προσθεὶς οὖν αὐτὰς ἐγὼ δείξω ἐναργῶς ὁποῖός τις ἂν ὁ λόγος ἐγεγόνει. εὖ μέντοι χρὴ εἰδέναι περὶ τῶν τεκμηρίων καὶ σημείων καὶ μὴ λανθάνειν ὅτι ἐν παντὶ ἔτει καὶ πάσῃ ὥρῃ καὶ χώρῃ τά τε κακὰ κακόν τι σημαίνει καὶ τὰ χρηστὰ ἀγαθόν. ἐν ταύτῃ τῇ ῥήσει τὸ χώρῃ προσθεὶς ἔδειξά σοι περιττὴν εἶναι τὴν νῦν προκειμένην ῥῆσιν. οὐδὲν γὰρ ἄλλο δι’ αὐτῆς ἐδιδάχθη ἢ τὰ σημεῖα τά τε ἀγαθὰ καὶ τὰ κακὰ ταὐτὸν ἑαυτοῖς σημαίνειν ἑκάτερα ἐν ἁπάσῃ ὥρῃ, κἂν θερμὴ κἂν ψυχρὰ κἂν εὔκρατος ᾖ. Λιβύης μὲν γὰρ ὡς θερμῆς, Σκυθίας δὲ ὡς ψυχρᾶς, Δήλου δ’ ὡς εὐκράτου καὶ μέσης ἀμφοῖν, ἕνεκα παραδείγματος ἐμνημόνευσεν.