# In Hippocratis prorrheticum i commentaria iii 16.492

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.492

μέγεθος ἀξιόλογον εἴληφεν, ὡς καὶ τῷ νοσοῦντι φαίνεσθαι σαφῶς, ἐκείνῳ μὲν ὡς μέλλον τι λέγεσθαι, γινώσκεσθαι δ' ὑφ' ἡμῶν ὡς ἤδη γεγενημένον, ὁμοίου τοῦ πράγματος ὄντος τῇ διαγνώσει τῶν ἄρτι τῆς γῆς ἀνισχόντων φυτῶν, ἃ γεωργὸς μέν τις ἢ διαγνωστικὸς ἁπάντων φυτῶν εὐθέως γνωρίζει, τοῖς δ' ἄλλοις ἄγνωστά ἐστι. πολλάκις γοῦν ὁρῶμεν ἀρούρας ὁμοιοτάτας τὴν βλάστησιν ἐχούσας πόας, ἃς ἡμεῖς μὲν οὐ διαγινώσκομεν, οἱ γεωργοὶ δὲ ἴσασι, τί μὲν ἐξ αὐτῶν ἐστι πόα, τί δὲ πυρὸς ἄρτι γεννώμενος, τί δὲ κριθή, τί δὲ ζειά, τί δὲ τῶν ἄλλων ἕκαστον. οὕτω δὲ κἀπὶ τῶν δένδρων ἔχει· καὶ γὰρ καὶ ταῦτα συμπεπληρωμένα πᾶσι τοῖς οἰκείοις μορίοις ἅπαντες γνωρίζομεν, ἀρχόμενα δὲ φύεσθαι παντάπασιν ὀλίγοις γνωρίζεται. τοῦτόν τε οὖν τὸν λόγον ὡς πάνυ πιθανὸν ἀποδεκτέον, ἐφεξῆς δὲ ζητητέον ἐστὶ περὶ τῆς κατὰ τὴν φρενῖτιν ἐννοίας. ἐν γὰρ τοῖς τῶν Ἐπιδημιῶν βιβλίοις, ὡς ἐπιδέδεικταί μοι διὰ τῶν εἰς αὐτὰ γεγραμμένων ὑπομνημάτων, ὁ Ἱπποκράτης φαίνε|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
