# In Hippocratis prorrheticum i commentaria iii 16.493

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.493

ται τὴν ἐν ὀξεῖ πυρετῷ διηνεκῆ παραφροσύνην φρενῖτιν ὀνομάζων. διηνεκῆ δὲ εἶπον, ἐπεὶ ταῖς ἀκμαῖς τῶν σφοδρῶν πυρετῶν ἐνίοτε παραφροσύναι συνεμπίπτουσιν ἐν ταῖς παρακμαῖς εὐθέως παυόμεναι. μαίνεσθαι μὲν γὰρ ὀνομάζουσιν ἅπαντες ἄνθρωποι τοὺς ἄνευ πυρετοῦ παραφρονοῦντας, φρενιτίζειν δὲ τοὺς ἐν πυρετῷ. τὸ δ' ἐν ἀκμῇ σφοδροῦ πυρετοῦ [παραφρονῆσαι] παρακόψαι τε καὶ παραχθῆναι καὶ παραληρῆσαι καὶ αὐτὸ δὴ τοῦτο παραφρονῆσαι καλοῦσιν. φρενῖτιν δ' οὐκ ὀνομάζουσιν ἄνευ τοῦ πυρέττειν καὶ τοῦ διηνεκοῦς τῆς παραφροσύνης. τῷ διηνεκεῖ δὴ τῆς παραφροσύνης, ὅταν ἅμα πυρετῷ γένηται, τὴν φρενῖτιν γνωριοῦμεν. οὐδὲν δὲ ἧττον ἐροῦμεν εἶναι φρενιτικούς, ὅσοι κωματώδεις ὄντες οὐ σωφρονοῦσιν, ἀλλὰ παράφορά τε φθέγγονται καὶ πρὸς τῶν παρόντων διεγερθέντες ἐκτεθαμβημένοις ἐοίκασιν. οὕτω γοῦν κἀν τῷ τρίτῳ τῶν Ἐπιδημιῶν ἔφη· „οὐδ' ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς ὥσπερ ἐπ' ἄλλων, ἀλλ' ἄλλῃ τινὶ νωθρῇ καταφορῇ καρηβαρέες ἀπώλοντο.“ καὶ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
