# In Hippocratis prorrheticum i commentaria iii 16.498

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.498

σιν, τελευτῶν δὲ πάλιν ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισι. τὸ γὰρ τῆς ἀρχῆς ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην εἰσβολὴν τοῦ νοσήματος, δηλοῖ δὲ καὶ τὴν ἐν πλάτει νοουμένην ἄχρι τῆς τρίτης ἢ τετάρτης ἡμέρας, δηλοῖ δὲ καὶ τὸν πρῶτον καιρὸν τοῦ νοσήματος, ὅταν εἰς τέσσαρα μέρη διελόντες αὐτὸν εἴπωμεν ἐξ ἀρχῆς τε καὶ ἀναβάσεως ἀκμῆς τε καὶ παρακμῆς συγκεῖσθαι. περὶ μὲν οὖν τοῦ σημαίνεσθαι ταῦτα παρὰ τοῦ τῆς ἀρχῆς ὀνόματος ἐν τῷ πρώτῳ τῶν Περὶ κρίσεων ἐπιδέδεικται. νυνὶ δὲ ἐπισκεψώμεθα, κατὰ ποῖον αὐτῶν σημαινόμενον εἴρηται τοὔνομα. δοκεῖ δέ μοι κατὰ μὲν τὸ πρῶτον μέρος τῆς ῥήσεως ἀρχὴν εἰρηκέναι τὴν κατὰ πλάτος εἰσβολὴν ὅλου τοῦ νοσήματος, ἐπὶ δὲ τῆς τελευτῆς, ἔνθα φησίν ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισιν, ἄρχεσθαι τηνικαῦτα λέγειν μόνα τὰ προειρημένα συμπτώματα, φθάνοντος ἤδη πυρέττειν ἐκ τεττάρων ἡμερῶν τοῦ νοσοῦντος, ἵν' ἐν τῇ κατὰ πλάτος ἀρχῇ τὴν γένεσιν ἴσχῃ τό τε κῶμα καὶ ἡ ἀγρυπνία καὶ τὰ τῶν νευρωδῶν μορίων ἀλγήματα. κατὰ μὲν γὰρ τὴν πρώτην ἢ δευ|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
