Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.499
Not analysed yet
τέραν ἡμέραν ἐκ πλήθους αἵματος ἔχοντός τινα δριμύτητα δακνώδη δι' ἐπιμιξίαν χολῆς δύναται γενέσθαι κωματώδης τε καὶ ἄγρυπνος ὁ αὐτὸς ἄνθρωπος, ὑπὸ μὲν τοῦ πλήθους τοῦ αἵματος βαρυνομένης τῆς κατὰ τὸν ἐγκέφαλον δυνάμεως, ὑπὸ δὲ τῆς χολῆς ἐρεθιζομένης, ὡς ὑπνοῦν κωλύεσθαι. κατὰ δὲ τὴν τετάρτην ἡμέραν τοῦ πλήθους ἤδη συνῃρημένου καὶ μάλιστα ἐὰν ὁ ἰατρὸς αὐτὸ φθάσῃ κενῶσαι καὶ τῆς δριμύτητος πεπεμμένης, χρὴ ἀμφότερα παύεσθαι τὰ συμπτώματα, καὶ τὸ κῶμα καὶ τὴν ἀγρυπνίαν. ὅταν οὖν ἐν ᾧ χρόνῳ πεπαῦσθαι ἐχρῆν αὐτά, γινόμενα φαίνηται, χολὴν ἢ φλέγμα δηλοῖ κατειληφέναι τὸν ἐγκέφαλον, οὐχ αἵματος πλῆθος. εἴρηται δὲ ἐν τῷ Περὶ κρισίμων ἡμερῶν ἡ τῆς τετάρτης δύναμις, ἐξηγουμένων ἡμῶν ἐν αὐτοῖς τὴν Ἱπποκράτους γνώμην, ὥσπερ κἀν τοῖς Εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν· ‘ἐπίδηλον’ γὰρ εἶναί φησιν αὐτὴν τῆς ἑβδόμης, ὅπερ ἔστι προδηλοῦν πεφυκέναι, ὁποία τις ἡ ἑβδόμη γενήσεται. μοχθηροῦ μὲν οὖν ἐν τῇ τετάρτῃ φανέντος σημείου μοχθηρὰν ἀναγκαῖον ἔσεσθαι καὶ τὴν ἑβδόμην, σωτηρίου δὲ καὶ ἀγα- |