# In Hippocratis prorrheticum i commentaria iii 16.503

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.503

καὶ ταῦτα μὲν οὖν ἴσως οὐκ ἄν | τις ὀρθῶς ἀλλήλοις ἐπιπλέκοι διὰ τῆς ἐν βιβλίοις διδασκαλίας. ἀρκεῖ γὰρ ἑκάστου τὴν δύναμιν εἰπεῖν ἐπιτρέψαντα τῷ μανθάνοντι σκοπεῖσθαι πάντα ἐπὶ τῶν ἀρρώστων. ἡ δὲ τῶν ἑτερογενῶν σημείων ἐπιπλοκὴ παντάπασιν ἄχρηστος ἐν βιβλίοις τε γραφομένη καὶ διὰ τῆς ἐν τοῖς λόγοις συνουσίας εἰς γυμνασίαν ἥκουσα. μετὰ γὰρ τὴν τῶν ἁπλῶν ἑκάστου δύναμιν ὁρισθεῖσαν ἀρκεῖ μόνον ἐφεξῆς ἅπαξ εἰπεῖν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης, ὡς ἐκλογίζεσθαι δεῖ τῶν σημείων τὰς δυνάμεις καὶ παραβάλλειν ἀλλήλοις εἰς τὴν περὶ τῶν καμνόντων ἀπόφασιν. ἐὰν δέ τις εἰπὼν κακὸν εἶναι σημεῖον οὖρα μέλανα προσθῇ τούτῳ κάκιον εἶναι, κἂν πτύῃ μέλανα, καὶ τούτου πάλιν ἐφεξῆς φήσῃ, κἂν διαχωρήσῃ δὲ μέλανα, εἰ δὲ καὶ κατ' ἀρχάς, ἔτι κάκιον, ἐφεξῆς τε πάλιν ἔτι κάκιον εἶναι φήσῃ τεταρταίῳ συμβῆναι τοῦτο, προσθῇ δὲ τούτοις καὶ τὸ κατ' ἀρχὴν τοῦ Προγνωστικοῦ γεγραμμένον καὶ τὸ πρόσωπον ‘νεκρῶδες’ ὅπερ ἰδίως ὀνομάζουσιν οἱ ἰατροί, ματαίαν ἐπιπλοκὴν γράψει σημείων. οὐδεὶς γὰρ οὕτως ἐστὶν ἀδιανόητος, ὡς μὴ νοεῖν ἧττον μὲν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
