# In Hippocratis prorrheticum i commentaria iii 16.506

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.506

οὖν περίπλυσις ἐν ταῖς ἡπατικαῖς διαθέσεσι γιγνομένη κακῶς ἔζευκται νῦν τοῖς κατὰ τὸν ἐγκέφαλον. ἔστι μὲν οὖν καὶ αὐτὴ καθ' αὑτὴν οὐκ ἀγαθὸν σημεῖον ἀρρωστίαν ἥπατος ἐνδεικνυμένη, προστεθεῖσα δὲ τῷ κατὰ τὸν ἐγκέφαλον πάθει κατὰ δύο διαθέσεις ἰσχυρὰς ἐνδείξεται τὸν ἄνθρωπον κινδυνεύειν. ἀλλὰ τί τοῦτο; καὶ γὰρ ἐὰν πλευρῖτις καὶ περιπνευμονία καθ' ἕνα γένηται χρόνον, ἐπικινδυνότερόν ἐστιν ἢ εἰ θάτερον ἐξ αὐτῶν μόνον ἐγεγόνει, κἂν δυσεντερικὸς ἐπὶ τούτοις ὁ αὐτὸς ἄνθρωπος γένηται ἔτι, κἂν ὁτιοῦν ἄλλο σὺν αὐτοῖς πάθῃ. ἀλλ' οὐδεὶς ἐν συγγράμματι τοιαύτας ἐπιπλοκὰς διδάσκει. περιπλύσεις δὲ ὀνομάζει κοιλίας τὰς τῶν λεπτῶν κατὰ τὴν σύστασιν ὑγρῶν διαχωρήσεις, ὡσεὶ καὶ πλύνας τις ὕδατι κοιλίαν ᾑμαγμένην ἐξέχει τὸ ὕδωρ. οὕτω δὲ καὶ χολώδης λέγεται περίπλυσις, ὅταν, οἷον ἂν ἐξ ὕδατος ἐγένετο καὶ χολῆς ὀλίγης μιχθέντων, τοιοῦτον φαίνηται διαχωρούμενον. ἀρρωστίᾳ δὲ τῆς καθεκτικῆς δυνάμεως τοῦ ἥπατος, ὡς τὰ πολλὰ δὲ σὺν αὐτῇ καὶ τῆς αἱματοποιητικῆς, τὸ σύμπτωμα τοῦτο γίνεται τοῖς ἐμουμένοις |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
