# In Hippocratis prorrheticum i commentaria iii 16.509

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.509

ἐμοὶ μὲν οὖν ἄμεινον δοκεῖ τὴν λέξιν ἡμαρ|τῆσθαι φάναι, καθάπερ καὶ ἄλλας πολλὰς ἐν πολλοῖς τῶν παλαιῶν ἐπεδείξαμεν ἡμαρτημένας τῶν πρὸ ἐμοῦ γεγονότων οὐκ ἰατρῶν μόνον, ἀλλὰ καὶ φιλοσόφων καὶ γραμματικῶν καὶ ῥητόρων. ἔνιοι δὲ τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπεχείρησαν αὐτῷ βοηθεῖν γλώττας εἰρῆσθαι φάσκοντες δασείας τὰς ποιητικὰς τῆς δασείας φωνῆς. εἶναι γάρ τινάς φασιν οὕτως ὀνομαζομένας φωνάς, ἀφ' ὧν τοὺς φθεγγομένους ἀνθρώπους αὐτὰς δασυστόμους ὀνομάζεσθαι. τὰς οὖν τοιαύτας φωνὰς μετὰ καταξήρου γλώττης φρενιτικὰς εἶναί φασιν, ὥσπερ οὐ δυνηθέντος ἂν εἰρηκέναι τοῦ συγγραφέως ‘αἱ δασεῖαι φωναὶ μετὰ καταξήρου γλώττης φρενιτικαί’. τὸ δ' ἀντὶ τῶν φωνῶν γλῶτταν εἰπεῖν ἀλλόκοτόν ἐστιν. οὕτω γὰρ ἄν τις εἴποι καὶ βαρείας καὶ ὀξείας καὶ μεγάλας καὶ μικρὰς γλώττας, ὅταν ὀξεῖαν ἢ βαρεῖαν ἢ μικρὰν ἢ μεγάλην ἐθέλῃ δηλῶσαι φωνήν, πρὸς τῷ μηδ' ἀκηκοέναι μέ τινας ὀνομαζομένας φωνὰς δασείας, ὥσπερ ἤκουσα μελαίνας τε καὶ λευκὰς ἐκ μεταφορᾶς ὀνομαζόντων ἐνίων, ὥστ' οὐδὲ τίνας λέγουσι δασείας

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
