# In Hippocratis prorrheticum i commentaria iii 16.515

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.515

ἢ πτύσμασιν ἢ κατά τι μέρος ἐνοχλούντων, <μὴ> μέντοι γ' ὄντων φρενιτικῶν τῶν τοιούτων σημείων, ὑπαρχόντων δὲ τοῖς ἀρρώστοις ἐξ ἀνάγκης. ἀδύνατον γὰρ ἦν ἐν αὐτοῖς μηδ' ὅλως εὑρεῖν μὴ <οὐ> τοῖον ἢ τοῖον οὐρεῖν· ὡσαύτως δὲ κἀπὶ τῶν διαχωρημάτων καὶ πτυσμάτων καὶ τῶν ἄλλων ἁπάντων. ἐὰν οὖν ἅμα τοῖς φρενιτικοῖς σημείοις ἐπ' ἀρρώστου τινὸς ὀφθῇ διαχώρημα τοῖον ἢ τοῖον ἄλλοτε, κἄπειτα φρενιτικὸς ὁ ἄνθρωπος γένηται, μοχθηρῶς ἄν τις ἀποφαίνοιτο τὰ γενόμενα σημεῖα πάντα φρενίτιδος εἶναι δηλωτικά. δυοῖν γὰρ θάτερον ὑπάρχειν δεῖ τοῖς ἰδίοις τῶν νοσημάτων σημείοις, ἤτοι διὰ παντὸς ἢ μόνοις συμβαίνειν. ὅταν δὲ μήτε μόνοις ὑπάρχῃ μήτε διὰ παντός, οὐκ ἔστιν ἐκείνων ἴδια. καὶ τοίνυν καὶ τὰ φρενιτικὰ σημεῖα βεβαιότατα μέν ἐστιν, ὅσα διὰ παντός τε καὶ μόνοις ὑπάρχει τοῖς φρενιτικοῖς, εἶθ' ἑξῆς ὅσα διὰ παντὸς μέν, ἀλλ' οὐ μόνοις. ὑφ' ἡμῶν μὲν οὖν ἐν ταῖς περὶ τούτων πραγματείαις διώρισται ταῦτα καὶ δέδεικται μήτ' ἐν οὔροις μήτ' ἐν διαχωρήμασι μήτ' ἐν ἱδρῶσι μήτ' ἐν πτύσμασι μήτ' ἐν τοῖς ἐμουμένοις |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
