# In Hippocratis prorrheticum i commentaria iii 16.516

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.516

φρενιτικὰ γενέσθαι σημεῖα· τοῖς δ' ἐξηγησαμένοις τὸ βιβλίον ὀλίγου δεῖν ἅπασιν ἔθος ἐστίν, ὡς ἔφην, παραγράφειν τοὺς ἐκ τῶν Ἐπιδημιῶν ἀρρώστους οὐ μόνον ἐπὶ τῆς προκειμένης ῥήσεως, ἀλλὰ καὶ τῶν ὁμοίων αὐτῇ πασῶν. διὰ τοῦτ' οὖν αὐτῶν οἱ ζηλωταὶ πολυλόγοι μὲν γίνονται καθ' ἑκάστην ἡμέραν ἐπὶ τῶν ἀρρώστων, ἰδιώταις δὲ ὅμοιοι φαίνονται προγνώσεως ἕνεκα. τὸ γὰρ συνέχον ἐστὶν ἐν ἅπασι τοῖς προγνωστικοῖς τῆς τῶν νοσημάτων ἰδέας σημείοις, ἐν τῇ περὶ τῶν πεπονθότων τόπων μεθόδῳ γεγυμνάσθαι, περὶ ἧς ἰδίᾳ μοι γέγραπται, καθάπερ γε καὶ περὶ τῶν τὰς κρίσεις σημαινόντων, ὧν ἀγύμναστοί τινες ὄντες ἐξηγεῖσθαι τολμῶσιν τὰς τῶν παλαιῶν ἀνδρῶν βίβλους οὐκ εἰδότες, ὅτι τὸν ἀγαθὸν ἐξηγητὴν ἱκανὸν εἶναι χρὴ κρίνειν πρότερον αὐτόν, ὅσα καλῶς ἢ μὴ καλῶς εἶπεν ὁ συγγραφεύς, ἵνα μὴ τοῖς κακῶς εἰρημένοις συναγορεύων ἀγνοίας ἢ φιλονεικίας ἀπενέγκηται δόξαν. ἐπεὶ δὲ οὐ μόνον ἐν αὐτῇ τῇ ῥήσει τῇ νῦν προκειμένῃ παρατίθενται τοὺς ἐκ τῶν Ἐπιδημιῶν ἀρρώστους, ἀλλὰ καὶ δι' ὅλου τοῦ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
