# In Hippocratis prorrheticum i commentaria iii 16.520

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.520

μορίων πέπονθεν, δι' ὧν τὸ πνεῦμα κατὰ τὰς ἀναπνοὰς | εἴσω τε καὶ ἔξω φέρεται, καὶ μηδὲν εὑρὼν ἐκείνων βεβλαμμένον ὑπόπτευε τὸν ἐγκέφαλον πεπονθέναι. ἵνα δὲ ἀκριβὴς ὁ διορισμὸς ᾖ, καὶ τὰ συγκινούμενα τῷ θώρακι μόρια συνεπίσκεψαι. δέδεικται γὰρ ἐν τοῖς Περὶ δυσπνοίας καὶ ταῦτα βλάπτοντα τὴν ἀναπνοήν. ἐὰν οὖν ἅπανθ' εὕρῃς αὐτὰ τελέως ἀπαθῆ, τηνικαῦτα τὸ τῆς δυσπνοίας εἶδος ἐπίσκεψαι, τίνα δύναται διάθεσιν ἐνδείξασθαι τῶν κατὰ τὸν ἐγκέφαλον, οἷον, ἵνα πλῆρες ᾖ τὸ παράδειγμα, φησὶν Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ „πνεῦμα δὲ πυκνὸν μὲν ἐὸν πόνον σημαίνει ἢ φλεγμονὴν ἐν τοῖς ὑπὲρ τῶν φρενῶν χωρίοις, μέγα δὲ ἀναπνεόμενον καὶ διὰ πολλοῦ χρόνου παραφροσύνην δηλοῖ.“ ὀνομάζει δὲ τὸ διὰ πολλοῦ τοῦτο πνεῦμα καὶ ‘ἀραιὸν’ αὐτός, ὡς ἐπιδέδεικταί μοι κατὰ τὰ Περὶ δυσπνοίας ὑπομνήματα. τὸ μὲν γὰρ ἀραιὸν ἴδιόν τε ἅμα καὶ ἀχώριστον παραφροσύνης σημεῖον. ἐπιδέδεικται δὲ καὶ κατὰ τὰ τῶν Ἐπιδημιῶν βιβλία, ὡς ἅπαντες οἱ μέγα καὶ ἀραιὸν ἀναπνέοντες παρεφρόνησαν.

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
