# In Hippocratis prorrheticum i commentaria iii 16.521

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.521

εἰ μὲν οὖν τις ἐν οὔροις ἢ δια|χωρήμασιν ἢ πτύσμασιν ἢ ἐμέτοις ἢ ἱδρῶσιν ἤ τινι τῶν ἄλλων δύναται δεῖξαί τι σημεῖον, εἴτε ἰδίᾳ μόνης τῆς παραφροσύνης ἐστὶν ἴδιον ἢ εἰ καὶ μὴ μόνης, ἀλλ' ἀχώριστον αὐτῆς, εἰκότως <ἂν> αὐτὸ τοῖς φρενιτικοῖς συναριθμήσειε σημείοις. εἰ δ' οὔτ' ἐκ τῆς τῶν πραγμάτων φύσεως ἀπόδειξιν εἰπεῖν αὐτῷ τινα δυνατόν ἐστιν οὔτ' ἐν τοῖς τῶν Ἐπιδημιῶν δεῖξαι παραφροσύναις ἁπάσαις ἤτοι διὰ παντὸς ὑπάρχον, ἢ εἰ καὶ μὴ διὰ παντός, ἀλλὰ μόναις ὑπάρχον αὐταῖς, οὐκ εὐλόγως τὸ τοιοῦτον σημεῖον ἐν τοῖς φρενιτικοῖς τάττει, τοῦτ' ἔχων ἓν μόνον εἰπεῖν, ὅτι τεθέαταί ποτε φρενιτικοῖς τισιν ὑπάρξαν αὐτό. κατὰ γοῦν τὸν λόγον αὐτῶν τἀναντία τοῖς φρενιτικοῖς νοοῦμεν σημεῖα εἶναι. φέρε γάρ· εἰκὸς ἡμῖν ἑωρᾶσθαι φρενιτικούς, ὧν τοῖς μὲν τὰ κατὰ τὴν κοιλίαν ἐπεσχῆσθαι, τοῖς δὲ ἄλλοις καὶ πλείω τῶν κατὰ φύσιν ἐκκρίνεσθαι (ἔγραψε δή πού τις σὺν τοῖς φρενιτικοῖς σημείοις καὶ τὴν τῆς γαστρὸς ἐπίσχεσιν), εἶτα τούτου μαρτύριον εἶναι νομίζειν τῶν φρενιτισάντων ἐκείνους, οἷς προσεπεσχέθη γαστήρ· προπετοῦς γάρ τινος ἐν ταῖς ἀπο|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
