Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.522
Not analysed yet
φάσεσι γράψαντος ἐπισχεθεῖσαν κοιλίαν φρενιτικὸν εἶναι σημεῖον, ἔνεστιν ἄλλῳ προπετεῖ μὴ μαρτυρεῖν τῷ λόγῳ, φάσκοντι καὶ τούσδε φρενιτικούς, ὧν ἐκταραχθεῖσαν ἐθεάσατο τὴν γαστέρα. γράφοντος οὖν Ἱπποκράτους ἐπὶ τῶν Ἐπιδημιῶν ἅπαντα τὰ συμβαίνοντα τοῖς ἀρρώστοις ἀναγκαῖόν ἐστιν ὥσπερ τοῖς φρενιτικοῖς, οὕτω καὶ τοῖς περιπνευμονικοῖς καὶ τοῖς κυναγχικοῖς ἅπασί τε τοῖς ἄλλοις, ἤτοι γ' ἐπισχεθείσης τῆς γαστρὸς ἢ ὑπελθούσης ἐκεῖνον μὲν γράψαι σὺν τοῖς ἰδίοις τῶν παθῶν καὶ ταῦτα, τοὺς δ' ἐξηγητὰς ἡγεῖσθαι τοῦ νοσήματος αὐτὰ εἶναι σημεῖα μὴ γινώσκοντας ἄλλα μὲν εἶναι τὰ παθογνωμονικὰ καὶ προγνωστικὰ νοσήματος ἴδια, ἄλλα δὲ καὶ ἀχώριστα σημεῖα, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφην ἐπὶ τῆς ἀναπνοῆς μεγάλης καὶ ἀραιᾶς γιγνομένης. ὅταν δὲ τούτων μὴ εὐπορῶμεν τῷ μηδ' ἴδιόν τι ζητεῖν ἢ ἀχώριστον τοῦ πάθους γνώρισμα, ἀλλὰ πότερον ὀλεθρίως ἢ σωτηρίως ὁ κάμνων ἔχει, τότε πάντων τῶν κατὰ τὸ σῶμα φαινομένων αὐτῷ σημείων τε καὶ συμπτωμάτων ἡ ἐπίσκεψις ἀναγκαία γίγνεται.