# In Hippocratis prorrheticum i commentaria iii 16.523

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.523

περιέ|χεται δ' ἐν αὐτοῖς καὶ τὰ τῶν κρίσεων δηλωτικά. πάλιν οὖν ἐπ' ἀρχὴν ἀναγαγόντες τὸν λόγον εἴπωμεν, ὡς κατὰ τὴν προκειμένην ῥῆσιν ὁ γράψας ‘τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις οὖρα ἄχροα, μέλασιν ἐναιωρούμενα, ἐφιδρῶσι φρενιτικά’ τῶν μὲν ἰδίων τε καὶ ἀχωρίστων φρενίτιδος ἔγραψεν ἐν τῷ φάναι τὰ ἐπὶ ταραχώδεσιν ἀγρύπνοις, τῶν δ' οὔτ' ἀχωρίστων οὔτε μόνης αὐτῆς ἰδίων τὴν ἐφιδρῶσιν, ἀλλ' ὅμως αὐτὴ κατὰ τὸν πεπονθότα γιγνομένη τόπον συνενδείκνυσθαι δύναται τοῖς προειρημένοις. τὰ δὲ περὶ τῶν οὔρων συνημμένα κεχώρισται μὲν τῶν φρενιτικῶν, εἰς γοῦν τὴν ἐπίσκεψιν τοῦ πότερον ὀλεθρίως ἢ σωτηρίως ὁ κάμνων ἔχει συντελεῖ, εἴ γε προσήκει πρῶτον ἁπάντων ἐν ταῖς πρὸς τοὺς ἀσθενοῦντας εἰσόδοις εὑρεῖν, εἴτε μιᾶς ἐκ τῶν τριῶν ἀρχῶν νοσούσης εἴτε δυοῖν ἢ καὶ πασῶν ὁ κάμνων ἔχει μοχθηρῶς, ἢ τῶν μὲν ἀρχῶν οὐδεμία πέπονθεν, τῶν δ' ἀπό τινος αὐτῶν ἐκπεφυκότων ἢ ὁπωσοῦν ᾠκειωμένων τι. ἐὰν οὖν ἐπὶ ταραχώδεσιν ἀγρύπνοις ἐπισκεπτομένῳ σοι τὰ οὖρα |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
