Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.524
Not analysed yet
μηδὲν ἐν αὐτοῖς σημεῖον μοχθηρὸν φαίνηται, ἀλλὰ μηδ' ἐν τοῖς σφυγμοῖς (ἕνεκα γὰρ ἀκριβεστάτης διαγνώσεως ἀναγκαῖόν ἐστι καὶ τοῦτο προσθεῖναι), φρενιτικὸν μὲν οὐδὲν ἧττον ἐγχωρεῖ γενέσθαι τὸν οὕτως διακείμενον ἄνθρωπον, ἐπειδὴ τὰ τῆς φρενίτιδος αὐτῷ πάρεστι σημεῖα, κινδυνεῦσαι δ' ἧττον ἐκείνων ἀβλαβεῖς τὰς κυριωτάτας ἐνεργείας τῶν ὑπολοίπων δυοῖν ἀρχῶν ἔχοντα. ταῦθ', ὡς ἔφην, ἅπαξ μὲν εἰρήσθω μοι, μνημονευέσθω δὲ καθ' ὅλον τὸ βιβλίον, ἵνα μὴ πολλάκις ἀναγκάζωμαι λέγειν τὰ αὐτά. Ἐνύπνια τὰ ἐν φρενιτικοῖσιν ἐναργέα. Τοῦτο Σάτυρος ὁ Κοΐντου μαθητής, ὃν ἐγὼ πρότερον ἔσχον διδάσκαλον Πέλοπος, οὕτως ἐξηγεῖτο· "τῶν ἐν τοῖς φρενιτικοῖς ἐναργῶς ὁρωμένων τε καὶ πραττομένων πρὸς αὐτῶν, ὅσα ὁρᾶσθαί τε καὶ πράττεσθαι δοκεῖ ἡμῖν, οὐκ ἔστιν κατ' ἀλήθειαν ὕπαρ, ἀλλ' ἐνύπνια πάντ'