# In Hippocratis prorrheticum i commentaria iii 16.526

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.526

εἰς μνήμην. οὕτω καὶ τῶν | παθῶν, ὅσα μεθ' ὑγρότητος ἐγκεφάλου γίνεται, κωματώδη τέ ἐστι καὶ ὑπνώδη καὶ ἀφάνταστα. μοχθηρὸς οὖν ἐστιν ὁ λόγος τῶν οἰομένων οὐδ' ἐνύπνιον ὁρᾶσθαι τοῖς φρενιτικοῖς ἐναργές, εἴ γέ φασιν, ὡς μηδ' ὅλως ὁρῶσιν ἐνύπνιον ὡς ἂν μὴ κοιμώμενοι. πρῶτον μὲν γὰρ ἑτοίμως λαμβάνουσι τὸ τὰ συμπεπληρωμένα σὺν τοῖς οἰκείοις μεγέθεσι πάθη μόνα καλεῖσθαι ταῖς ἰδίαις προσηγορίαις, ὑπεριδόντες οὐ σμικροῦ λόγου τοῦ κατ' ἀρχὰς ἡμῖν ῥηθέντος, ὡς οὐδὲ προγινώσκεταί τι τοῖς ἰατροῖς μέλλον πάθημα τῶν ἤδη μὲν ἀρχὴν γενέσεως ἐχόντων, οὐδέπω δὲ τοῖς πολλοῖς διὰ τὴν σμικρότητα γνωριζομένων, ἡ γενομένη δὲ τοῖς τεχνίταις διάγνωσις ἀπαγγελθεῖσα τοῖς ἰδιώταις πρόγνωσις ὡς πρὸς ἐκείνους ἐστίν, ὥστε καὶ τοὺς φρενιτικοὺς ἤδη τοῖς τεχνίταις γνωρίζεσθαι τῆς κατὰ τὸν ἐγκέφαλον διαθέσεως ἄρτι συνισταμένης. ἔπειτα δέ, εἰ καὶ μὴ συγχωρεῖ τις ὀνομάζειν φρενιτικοὺς ἤδη τοὺς μηδέπω σαφῶς παρακόπτοντας, ἀλλ' ὅτι γε φρενιτικοὶ γενήσονται, προγνῶναι δυνατόν ἐστιν ἐκ τῶν ἐνυπνίων, ὡς κατὰ τὴν προκειμένην ῥῆσιν ἐγχωρεῖ λε|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
