Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.527
Not analysed yet
λέχθαι τὰ ἐν τοῖς φρενιτικοῖς ἐσομένοις ἐνύπνια προηγούμενα πᾶσιν αὐτοῖς ἐναργῶς ὁρᾶσθαι. Ἀνάχρεμψις πυκνή, ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ, φρενιτικά. Βέλτιον ἦν ἴσως προσκεῖσθαι τῷ λόγῳ τὸ ‘μηδενὸς ἀποπτυομένου κατ' αὐτήν’, ὡς, εἴ τι ἀποπτύοιτο, καθάπερ ἐν κατάρροις ἐνίοτε συμπίπτει, διὰ τὸ συρρέον εἰς τὸ στόμα διὰ τῶν εἰς τὴν ῥῖνα συντρήσεων εἴωθε γίνεσθαι τοῦτο. συμβαίνει δ' ἐνίοτε καί τινος ἔξωθεν τῇ ῥώμῃ τῆς ἀναπνοῆς ἑλχθέντος, εἶτ' ἐν αὐτοῖς τοῖς κατὰ τὴν σύντρησιν πόροις ἐμπλασθέντος ἢ σφηνωθέντος ἀνάχρεμψιν γίγνεσθαι πυκνήν. ἀλλ' ὅπερ ἔμπροσθεν ἔφην ὑπὲρ τῶν ἀμελέστερον ἢ ἁπλοϊκώτερον ἑρμηνευόντων ἄνευ διορισμοῦ, χρὴ μεμνῆσθαι τὰ λεγόμενα πάντα κατὰ τὰς τοιαύτας διδασκαλίας |