# In Hippocratis prorrheticum i commentaria iii 16.528

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.528

ὑπεξῃρημένων τῶν ἔξωθεν αἰτίων λέγεσθαι. διὰ τοῦτο οὖν καὶ ἡ ἀνάχρεμψις ἕν τι τῶν προαιρετικῶν οὖσα ἔργων γίγνεται πυκνὴ βλαβέντος τοῦ λογισμοῦ καθάπερ καὶ ἄλλη τις τῶν προαιρετικῶν ἐνεργειῶν, ὡς ἔνιοι μέν γε μετὰ ψόφου φῦσαν ἐκκρίνουσιν, περὶ παντὸς τὸ φυλάττεσθαι δρᾶν τοῦτο ἔξωθεν ποιούμενοι, καὶ μάλιστα ἀκούοντός τινος, ἔνιοι δὲ χεῖρα κινοῦσιν ἀλόγως ἢ σκέλος ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πράττουσιν ἢ λέγουσιν. κατὰ τὸν κοινὸν οὖν λόγον ἁπασῶν τῶν προαιρετικῶν ἐνεργειῶν ἀλόγως πλεοναζουσῶν ἢ ἐλλειπουσῶν καὶ ἡ ἀνάχρεμψις ἐν τοῖς φρενιτικοῖς σημείοις ἐστίν. οὐ μὴν οὕτω γε ἰσχυρὸν ὡς ἡ ἀγρυπνία, καὶ μάλιστα ἡ ταραχώδης· αὕτη γὰρ ἴδιος τῶν φρενιτικῶν. ἔστιν δὲ ταραχώδης, ὡς ἔφην, ἢν ἐν φαντασίαις ἐκβοῶσιν ἢ ἀναπηδῶσιν καὶ μόλις γνωρίζωσι τοὺς οἰκείους. καλῶς οὖν προσέθηκεν ἐπὶ τῆς ἀναχρέμψεως ‘ἢν δή τι καὶ ἄλλο σημεῖον προσῇ’· μικρὰν γὰρ ἔχον τὴν δύναμιν τοῦτο τὸ σημεῖον ἑτέρων δεῖται μαρ|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
