# In Hippocratis prorrheticum i commentaria iii 16.529

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.529

τυρούντων αὐτῷ. γιγνομένης δέ ποτε πυκνῆς ἀναχρέμψεως καὶ διὰ γλίσχρον πτύελον ἐμπεφραγμένον τοῖς εἰς τὸ στόμα πόροις ἐκ τῆς ῥινὸς οὐκ ἀδύνατον οὐδ' οὕτως τισὶ τῶν φρενιτίζειν μελλόντων συμπίπτειν αὐτὴν διὰ τὴν κατὰ τὸν ἐγκέφαλον διάθεσιν ξηρὰν καὶ θερμὴν οὖσαν. τὸ δὲ ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον οὐχ ἑνικῶς φρενιτικόν, ἀλλὰ πληθυντικῶς φρενιτικά πάντως μὲν πρὸς τὰ σημεῖα τὴν ἀναφορὰν ἢ πρὸς τὰ πάθη λήψεται, καθ' ἑκάτερον δὲ τὴν ἑρμηνείαν ἀλλόκοτον ἐργάζεται. Τὰ ἐγκαταλιμπανόμενα καύματα ἐν ὑποχονδρίῳ πυρετοῦ περιψυχθέντος κακόν, ἄλλως τε κἂν ἐφιδρῶσιν. Ἀσφαλῶς εἶπε· "πυρετοῦ περιψυχθέντος"· οὐ γὰρ ἀληθὲς ἦν φάναι ‘πυρετοῦ παυσαμένου’. διαμένει γοῦν ἐν τοῖς κυρίοις μέρεσιν,

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
