# In Hippocratis prorrheticum i commentaria iii 16.530

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.530

εἰ καὶ κατὰ τὴν ἐπιφάνειαν ἐπαύσατο, πυ|ρέττειν ἡμῶν λεγόντων οὐ μόνον τὸν κατὰ τὸ δέρμα καὶ τὴν ἐκτὸς ἐπιφάνειαν ἔχοντα πυρώδη θερμασίαν, ἀλλὰ καὶ πολὺ μᾶλλον τούτου τοὺς ἐν τῷ βάθει τε καὶ τοῖς σπλάγχνοις. ὁ μὲν οὖν ὀλέθριος καῦσος τὰ μὲν ἔνδον ἐκκαίει, τὰ δ' ἔξωθεν οὐδὲ μετρίως θερμαίνει. καὶ μέμνηται τοῦ τοιούτου πυρετοῦ κατὰ τοὺς Ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης, ἐν ᾧ φησιν· "ἢν ἐν μὴ διαλείποντι πυρετῷ τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δ' ἔνδον καίηται καὶ δίψαν ἔχῃ, θανάσιμον". τὸ δ' ἐφιδροῦν, ἐπειδὴ ποτὲ μὲν ἐπὶ <τῶν ἐν> τοῖς κατὰ κεφαλὴν ἢ θώρακα χωρίοις ἱδρώτων γιγνομένων εἰώθασι λέγειν, ἐνίοτε δὲ ἐπὶ τῶν δι' ὅλου μὲν τοῦ σώματος, ἀλλ' ὀλίγων, ὁποτέρως δἂν ᾖ νῦν εἰρημένον, οὐκ ἀγαθόν ἐστι σημεῖον· οἱ μὲν γὰρ δι' ὅλου τοῦ σώματος ἱδρῶτες † ἤτοι ἐπ' ὀλίγον οὕτω γιγνόμενοι, διότι μὴ λύουσιν τὴν καθ' ὑποχόνδριον φλόγωσιν, οὐκ ἀγαθόν, οἱ δ' ἐν τοῖς ἄνω μέρεσιν, ἐπειδὴ κατὰ διττὸν γίγνονται τρόπον ἢ ἀρρωστούσης τῆς δυνάμεως ἢ βαρυνομένης ὑπὸ πλήθους | ***

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
