# In Hippocratis prorrheticum i commentaria iii 16.536

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.536

πλεονεξίαν ὑπεροπτωμένης. ἐν τάχει δὲ γενήσεσθαι τοῦτο διά | τε τὸ μέγεθος τῆς διαθέσεως καὶ τὴν ἰδέαν τοῦ πλεονεκτοῦντος χυμοῦ. ὅσα μὲν γὰρ ἐπὶ ψυχροῖς ἢ παχέσιν ἢ γλίσχροις ἢ ὅλως δυσκινήτοις χυμοῖς παθήματα γίγνεται, βραδεῖαν ἴσχει τὴν ἐπὶ τὴν ἀκμὴν ἀνάβασιν· ὅσα δ' ἐν λεπτοῖς μὲν τῇ συστάσει, θερμοῖς δὲ τῇ κράσει, δακνώδεσι δὲ τῇ ποιότητι, χρόνον οὐ περιμένει πλείονα, καθάπερ οὐδὲ τὰ Φιλίστῳ γενόμενα τῷ γεγραμμένῳ κατὰ τὸ τρίτον τῶν Ἐπιδημιῶν, ὃν ἐμέσαι μὲν ἔφη χολώδεα ὀλίγα ξανθὰ πρότερον, μετὰ δὲ ταῦτα ἰώδεα πλείω· εἶτα εἰπών, ὅτι κώφωσις αὐτῷ συνέπεσεν, ἐφεξῆς φησιν ‘ἐξεμάνη’. καὶ νῦν οὖν ὀρθῶς οὐ μόνον ὅτι παρακόψουσιν οἱ οὕτως ἔχοντες, ἀλλὰ καὶ ὅτι σφοδρῶς, ἐδήλωσε προσθεὶς τὸ ἐκμαίνει, μεγάλης παρακοπῆς δηλωτικὸν ῥῆμα. Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα ἰσχνά, σμικρά, πνιγώδεα, ὅτε χάνοι, μὴ ῥηϊδίως συνάγοντι [καὶ κλείειν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
