# In Hippocratis prorrheticum i commentaria iii 16.543

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.543

τὸ δ' "ὡς καὶ Ἀρχεκράτει" | πρόσκειται, συγγράμματι μὲν οὐ πάνυ προστιθέμενον, ὡς ἔφην, ὑπομνήματι δὲ πρέπον, καὶ μάλισθ' ὅταν ἑαυτὸν ὁ γράφων ἀναμιμνῄσκειν ἐθέλῃ. τῶν δ' ἑξῆς εἰρημένων τὸ μὲν "ἆρά γε ἐπὶ τούτοις καὶ νωθρότης γίνεται;" δοκεῖ μοι προσγεγράφθαι, ὡς τοῦ Ἀρχεκράτους οὕτως διατεθέντος. ἀλλ', ἐπειδὴ μὴ διὰ παντὸς ἥ τε πεῖρα δείκνυσιν ὅ τε λόγος ἐνδείκνυται λέγεσθαι δεῖν ἐπὶ τοῖς εἰρημένοις νωθρότητα, οὐ προσηκόντως· νωθρότης γὰρ ἐπὶ ψυχροῖς καὶ παχέσι καὶ γλίσχροις καὶ ὅλως δυσκινήτοις χυμοῖς, οὐκ ἐπὶ θερμοῖς καὶ λεπτοῖς καὶ δριμέσιν, οἷος ὁ τῆς ξανθῆς χολῆς, εἴωθε γίγνεσθαι, πλὴν εἰ θανάτου πλησίον ἥκοιεν, ὡς διὰ νέκρωσιν ἤδη τῆς δυνάμεως ἡσυχάζειν. ἀδύνατον δὲ τοὺς οὕτω γενομένους νωθροὺς σωθῆναι, καὶ κοινὸν τοῦτό ἐστι σύμπτωμα τῶν κατὰ δυσκρασίαν ἄμετρον ἀποθνῃσκόντων ἁπάντων, οὐκ ἴδιον τῶν φρενιτικῶν. εἴπερ οὖν ἐγένετο νωθρότης τῷ Ἀρχεκράτει, κατὰ τοῦτον ἂν ἐγένετο τὸν λό|

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
