# In Hippocratis prorrheticum i commentaria iii 16.544

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.544

γον καὶ πάντως ἀπέθανεν, οὐχ ὅτι λευκὰ διεχώρησεν ἢ τῆς νωθρότητος ἢ τοῦ θανάτου συμβάντων, ἀλλὰ διὰ τὸ μέγεθος τοῦ νοσήματος, οὗ σημεῖον ἡ λευκὴ διαχώρησις ἦν. τὸ μέντοι ῥῖγος αὐτοῖς εἶναι κάκιστον οὐχ ἁπλῶς ἀκουστέον. ἐπιφαίνεται γὰρ ἐνίοτε καὶ κρίσιμον ῥῖγος τοῖς φρενιτικοῖς ἱδρῶσι λῦον τὴν νόσον. ἀλλὰ καὶ τὸ κατ' ἐκεῖνον τὸν χρόνον ῥῖγος εἰρῆσθαι χρὴ νομίζειν ὀλέθριον, ἐν ᾧ διαχωροῦσιν λευκά· δέδεικται γὰρ ἐν τοῖς Περὶ κρίσεων ἐν ἀπέπτῳ νοσήματι μὴ δύνασθαι γενέσθαι κρίσιν ἀγαθήν· ἄπεπτον δέ ἐστιν ἐν ᾧ συναναφέρεται τῷ αἵματι χολή, καθ' ὃν ἂν χρόνον τοῦτο γίνηται, καὶ μᾶλλόν γε ὅταν ἀμετρίᾳ πυρώδους θερμασίας ἠθροισμένης ἐν ἐγκεφάλῳ συμβαίνῃ τι τοιοῦτον. Τοῖσιν ἐξισταμένοισιν μελαγχολικῶς, οἷσι τρόμοι ἐπιγίνονται, κακόηθες. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
