Ancient Greek · ~3 min
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.545
Not analysed yet
Μελαγχολικὴν ἔκστασιν ἀκουστέον τὴν σφοδρὰν καὶ θηριώδη· γίνεται δ' αὕτη διαβρεχούσης τὸν ἐγκέφαλον ξανθῆς χολῆς κατοπτηθείσης· ἐμάθομεν δὲ ἐν τῷδε τὴν μεταβολὴν αὐτῆς εἰς τὴν μέλαιναν ποιεῖσθαι. ὅταν οὖν ἐπὶ τῇ τοιαύτῃ διαθέσει τρόμος γίνηται, μεγάλως ὑπερεξηράνθαι δηλοῖ τὰ νεῦρα καὶ διὰ τοῦτο τὸν ἄνθρωπον ὀλεθρίως ἔχειν. οὐ καλῶς οὖν ἡρμήνευσεν εἰπὼν κακόηθες· ἐσχάτως γὰρ ὀλέθριον ὂν τὸ σύμπτωμα προσηγορίας ἑτέρας ἐδεῖτο. τὸν γοῦν ἐκστάντα μελαγχολικῶς ἐπιγινομένου τρόμου βεβαίως τις ἀποθανεῖσθαι λέγων οὐκ ἂν ἁμάρτοι. κακοήθη δὲ νοσήματα καλοῦμεν, ὅσα κίνδυνον ἀπειλοῦντα τοῖς κάμνουσιν οὐκ ἀποκόπτει τὴν τῆς σωτηρίας ἐλπίδα. βέλτιον οὖν εἰρῆσθαι τὴν γεγραμμένην συνδρομὴν ὀλέθριον ἢ θανατικὴν ἤ τι τοιοῦτον. Οἱ ἐκστάντες ὀξέως ἐπιπυρέξαντες σὺν ἱδρῶτι φρενιτικοὶ γίνονται. |