# In Hippocratis prorrheticum i commentaria iii 16.546

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.546

Ἀσύμφωνον μὲν καλοῦμεν τὴν τοιαύτην ἑρμηνείαν. ἀσαφὴς δ' αὐτῆς ἡ διάνοια γίνεται δυναμένων ἀλλήλοις ἁπάντων τῶν ὀνομάτων συνάπτεσθαί τε καὶ χωρίζεσθαι· μία μὲν γάρ ἐστι σύνθεσις αὐτῶν οἱ ἐκστάντες ὀξέως, εἶτ' ἀπ' ἄλλης ἀρχῆς ἐπιπυρέξαντες ὀξέως. ἄλλη δ' αὖ πάλιν σύνθεσις τὸ σὺν ἱδρῶτι, ποτὲ μὲν τῷ πρὸ αὐτοῦ, ποτὲ δὲ τῷ μετ' αὐτὸ συνταττόμενον· δύναται γὰρ καὶ οὕτως ἡ ῥῆσις ἀναγνωσθῆναι ἐπιπυρέξαντες σὺν ἱδρῶτι, κἄπειτα ἀφ' ἑτέρας ἀρχῆς φρενιτικοὶ γίνονται· δύναται δὲ καὶ σὺν ἱδρῶτι φρενιτικοὺς αὐτοὺς γίνεσθαι λέγειν ὁ γράψας ταῦτα. δῆλον οὖν ἐστιν, ὅπερ ἀεὶ λέγω, τὰς ἀσαφεῖς ἑρμηνείας οὐδὲν διδάσκειν. ἐννοήσαντας γὰρ ἡμᾶς τὸ ἀληθὲς ἐφαρμόσαι χρὴ δυναμένῃ λέξει προέσθαι τὸν λόγον ἢ κατατριβῆναι μὲν χρόνου πάμπολυ, οὐδὲν δ' ἡμᾶς ἐπιμαθεῖν. ἐν ᾗ γὰρ χρήσει παρ' αὑτοῦ χρὴ φέροντα τὸ ἀληθὲς ἐφαρμόζειν πειρᾶσθαι ταῖς κατὰ μέρος λέξεσιν, ἐν ταύτῃ βοήθεια μέν τις ἐξ ἡμῶν τῇ ῥήσει γίνεται κινδυνευούσῃ φανῆναι μοχθηρᾷ, |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
