# In Hippocratis prorrheticum i commentaria iii 16.547

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.547

διδασκόμεθα δὲ οὐδὲν ἐξ αὐτῆς. ἀλλὰ καίτοι τούτων οὕτως ἐχόντων καὶ φαινομένης ἐναργῶς τῆς τῶν ἀσαφῶν ἀχρηστίας, ὅμως οὐκ ὀλίγοι τῶν σαφῶν συγγραμμάτων ἥδιον ὁμιλοῦσι τοῖς ἀσαφέσι. μὴ τοίνυν ἐμὲ τοῦ μήκους τῆς ἐξηγήσεως μέμψηταί τις, ἀλλ' ἢ *** τὴν ἑαυτῶν ἄλογον ἐπιθυμίαν, ὅσοι τὰ τοιαῦτα βιβλία προθύμως ἀναγινώσκουσιν. ἐγὼ μὲν γὰρ ὅτι οὐχ ἑκὼν ἐπὶ τὰς ἐξηγήσεις αὐτῶν ἥκω, οἱ ἑταῖροι πάντες ἴσασιν καὶ μάλιστα οἱ τῶν νῦν γραφομένων αἴτιοι. μοχθηρῶς δὲ πάντων ἐξηγησαμένων τὸ σύγγραμμα τοῦτο κἀγὼ τοῖς ἀναγκάσασί με πεισθεὶς ἐπὶ τὴν ἐξήγησιν ἧκον, ἧς αὖθις ἀρξάμενοι λέγωμεν. ἐὰν μὲν συνάψαντες ἀλλήλοις τό τ' ἐκστάντες καὶ τὸ ὀξέως, ἔπειτα δὲ σιωπήσαντες εἴπωμεν ἐπιπυρέξαντες σὺν ἱδρῶτι καὶ πάλιν ἐφεξῆς φρενιτικοὶ γίνονται, τὴν ἐξήγησιν ποιησόμεθα τοιάνδε. πρῶτον μὲν ἐπισκεψόμεθα τὸ κοινὸν ἄπορον ἁπασῶν τῶν ἀναγνώσεων. ἐκστάντας γὰρ ὀξέως εἶπεν ἐν ἀρχῇ, οὓς κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη φρενιτικοὺς γίνεσθαι, ὥσπερ οὐχὶ καὶ τῶν ἐκστάντων

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
