# In Hippocratis prorrheticum i commentaria iii 16.548

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.548

ἤδη φρενι|τικῶν ὄντων. ἐροῦμεν οὖν κατεσπάσθαι τὴν λέξιν, ἐνδεικνυμένην διὰ τοῦ ἐπιπυρέξαντες τὸ δὴ καὶ πρότερον αὐτούς, οἵπερ ἐξέστησαν, ὀξέως πυρέττοντας ὕστερον παύεσθαι, κἄπειτα πάλιν ἐξ ὑποστροφῆς πυρέξαι σὺν ἱδρῶτι· τούτους οὖν φησι φρενιτικοὺς γίγνεσθαι, τὸ μὲν [οὖν], ὅτι γενήσονται φρενιτικοί, λογισάμενος ἐκ τῆς ἔμπροσθεν αὐτοῖς γενομένης παρακοπῆς σφοδρᾶς, ἣν διὰ τῆς ἐκστάντες ἐδήλωσε φωνῆς, ἐκ δὲ τοῦ σὺν ἱδρῶτι τὴν ὑποστροφὴν γίγνεσθαι βεβαιούμενος τὴν ὑπόνοιαν, ἐπειδὴ τὰς τοιαύτας εἰσβολὰς τῶν πυρετῶν, ἄν τ' ἐξ ἀρχῆς ἄν τε μεθ' ὑποστροφῆς γίγνωνται, πλῆθος ἴσμεν ἐνδεικνυμένας. ἐπεὶ τοίνυν, ὅσα περιττὰ κατὰ τοὺς χυμοὺς ἢ ἐν ποσότητι ἐν αὐτοῖς ἢ ἐν ποιότητι, ἀθροίζεται κατὰ τὸ σῶμα, ταῦτα ἐπὶ τοὺς πεπονθότας εἴωθε ῥεῖν τόπους, ἐπεπόνθει δὲ τούτοις ὁ ἐγκέφαλος (οὐκ ἂν γὰρ ἐξέστησαν ὀξέως, ἂν ἐπιπυρέξωσι καὶ μάλιστα μεθ' ἱδρῶτος), εὔλογόν ἐστιν ἐλπίσαι φρενιτικοὺς οὕτως ἔσεσθαι. γνωσθήσεται γὰρ ἡ διάθεσις

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
