# In Hippocratis prorrheticum i commentaria iii 16.549

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.549

αὐτῶν ὅλη τοιάδε τις οὖσα· πλήθους χολωδῶν δριμέων εὐθὺς | ἐν ἀρχῇ ῥυέντος ἐπὶ τὸν ἐγκέφαλον ἐκστῆναί τινι συμβαίνει, τούτου δ' αὖθις εἰς ἕτερόν τι μόριον μεταρρυέντος παύσασθαι τὴν ἔκστασιν, ἂν δ' ἐπιπυρέξωσιν οὗτοι μεθ' ἱδρῶτος, ἐπὶ τὸ πεπονθὸς αὐτοῖς παλινδρομῆσαι τὸ χολῶδες πλῆθος, ὡς γενέσθαι φρενιτικούς. ἐὰν δὲ τὸ ὀξέως τῷ ἐπιπυρέξαντες συντάξωμεν, ὁ λόγος ἔσται τοιοῦτος· ‘οἱ ἐκστάντες εἶτα παυσάμενοι καὶ πάλιν ἐπιπυρέξαντες ὀξέως σὺν ἱδρῶτι φρενιτικοὶ γενήσονται’, τῆς προρρήσεως καὶ ταύτης καὶ τῆς προειρημένης οὐκ ἐχούσης τὸ διηνεκές, ἀλλ' ὥσπερ καὶ ἄλλαι πολλαὶ τὸ πλειστάκις. ἐὰν δὲ τῷ σὺν ἱδρῶτι τὸ φρενιτικοὶ γίνονται συντάξωμεν, ὁ λόγος ἔσται καθ' ἑκατέραν ἀνάγνωσιν τῶν προειρημένων κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως τοιόσδε· κατὰ μὲν τὴν προτέραν ‘οἱ ἐκστάντες ὀξέως, εἶτα ἐπιπυρέξαντες, φρενιτικοὶ σὺν ἱδρῶτι γίγνονται’, κατὰ δὲ τὴν δευτέραν ‘οἱ ἐκστάντες, <εἶτ' ὀξέως ἐπιπυρέξαντες,> φρενιτικοὶ σὺν ἱδρῶτι γίγνονται’. καὶ δύναται μὲν ὁ γράψας ταῦτα τοιοῦτον ἄρρωστον ἑωρακέναι, τὸ πολλάκις δὲ προειρημένον οὐχ ἕξει.

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
