# In Hippocratis prorrheticum i commentaria iii 16.550

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.550

πολλὰ μέντοι καὶ | ἄλλα τῶν κατὰ τὸ βιβλίον τοῦτο γεγραμμένων οὐκ ἔστιν ὡς ἐπὶ τὸ πολὺ γιγνόμενα, τοῦ γράψαντος αὐτὰ θεασαμένου μέν τινας ἀρρώστους τοιούτους, οὔπω δὲ γιγνώσκοντος εἴτε τὸ διηνεκὲς ἔχουσιν εἴτε τὸ πλειστάκις. ἔοικε γὰρ ἐκ τηρήσεως μᾶλλον, οὐ τῆς τῶν παθῶν οἰκείας κατασκευῆς ὁ γράψας ταύτας τὰς ἀποφάσεις ἐθέλειν ποιεῖσθαι. τῷ δ' οὕτως ἀθροίζοντι τὴν ἰατρικὴν θεωρίαν οὐχ ἑκατόν, ἀλλὰ χιλίων ἐτῶν ἐστι χρεία καὶ διὰ τοῦτο τὴν μικρὰν καὶ ταπεινὴν ὁ Ἱπποκράτης ηὔξησεν ἐπὶ πλεῖστον, οἷς ἔκ τε τῆς ἱστορίας ἔμαθε καὶ αὐτὸς ἐθεάσατο, τὴν λογικὴν κρίσιν προσθείς. ἐκ πολλῶν οὖν ὑπονοήσειεν ἄν τις οὐκ εἶναι τοῦ Ἱπποκράτους σύγγραμμα τὸ βιβλίον τοῦτο· πολυλογεῖ γὰρ ἐμπειρικῶς <ὁ> αὐτὸ συνθεὶς μὴ δυνάμενος εἰς τὸ καθόλου λογικῶς ἀναγαγεῖν τὰ θεωρήματα. Οἱ φρενιτικοὶ βραχυπόται, ψόφου καθαπτόμενοι, τρομώδεες. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
