# In Hippocratis prorrheticum i commentaria iii 16.554

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.554

Γίνεται μὲν ὁ καυσώδης πυρετὸς καὶ δι' ἄλλας αἰτίας, ὡσαύτως δὲ καὶ διὰ τὸν ἐγκέφαλον φλεγμαίνοντα. τούτῳ γὰρ ἕπεται καὶ ἡ διηνεκὴς παραφροσύνη * ἐκ τῶν οἰκείων τῆς φρενίτιδος σημείων. ἐκ δὲ τοῦ πλεονάζοντος ὑγροῦ τῇ κεφαλῇ γεννᾶται πνεῦμα φυσῶδες· διὸ καὶ οἱ ἦχοι γίνονται. ὡσαύτως καὶ ὁ ἀμβλυωσμὸς παχέος τινὸς ὑγροῦ ἢ πνεύματος ἐμπίπτοντος τοῖς ὀφθαλμοῖς. ἀλλὰ καὶ κατὰ τὰς ῥῖνας ἐμπεσὸν ὑγροῦ πλῆθος αἴσθησιν ποιεῖ βάρους ἐν αὐταῖς. εἰκὸς δ' ἔσθ' ὅτε γίνεσθαι τὴν τῶν εἰρημένων συμπτωμάτων συνδρομὴν καὶ διὰ συνεχῆ πυρετὸν χολώδους ὕλης ἐμφερομένης ταῖς φλεψὶ καὶ στεγομένης ἐκεῖσε, ἐξ ἧς καὶ πνεύματα φυσώδη πρὸς τὴν κεφαλὴν πέμπονται πρὸς ὦτά τε καὶ ὀφθαλμούς, πλῆθός τε κατὰ τὰς ῥῖνας ὑγροῦ. εἰ δέ που ἐγκαυθῇ εἴτ' ἐν τῇ κεφαλῇ ἡ ξανθὴ χολὴ εἴτ' ἐν ὅλῳ τῷ σώματι, πρὸς τὸ μελαγχολικώτερον ῥέπει, κἀκεῖθεν πρὸς αὐτὸν * ἐκπέμπεται, καὶ διὰ τοῦτο ἐξίστανται μελαγχολικῶς. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
