Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.555
Not analysed yet
Αἱ παρακρούσιες σὺν φωνῇ κλαγγώδει, γλώσσης σπασμοὶ τρομώδεες, καὶ αὗται τρομώδεες γενόμεναι ἐξίστανται· σκληρυσμὸς τουτέοισιν ὀλέθριον. Ὅταν ἐπὶ φρενίτιδι παραφροσύνη γένηται θερμὸν οὔσῃ καὶ ξηρὸν πάθος, ἡ ἐν αὐτῇ δὲ ξηρότης μεταδοθῇ τῇ τραχείᾳ ἀρτηρίᾳ, γίνεται ἡ φωνὴ κλαγγώδης, ὥσπερ ἐπὶ ταῖς ὑγρότησιν ἀναποθείσαις βραγχώδης, ἀλλ' οὐχ ὡς ἴδια τῆς φρενίτιδος· γίνονται γὰρ καὶ ἑτέροις νοσήμασιν· οὐδὲ γὰρ συνυπάρχουσι διηνεκῶς τῇ φρενίτιδι. ὁ γοῦν τρόμος γίνεται τῇ γλώσσῃ διὰ τὴν ἐκ τοῦ προειρημένου πάθους ξηρὰν δυσκρασίαν ἀτονησάσης τῆς ψυχικῆς δυνάμεως. σπασμοὶ δὲ τῇ τῶν ἐν αὐτῇ μυῶν ξηρότητι ἕπονται τῇ κεφαλῇ συμπασχόντων, ὥσπερ καὶ ἡ φωνὴ τρομώδης δι' ἀτονίαν ὑπὸ τῆς αὐτῆς δυσκρασίας. ταῦτα δὲ σύμπαντα τὰ προειρημένα συμπτώματα δι' ἐπίτασιν γινόμενα τῆς ἐν τῇ κεφαλῇ ξηρότητος ἔκστασιν δηλοῦσι γενέσθαι. τούτοις δὲ |