# In Hippocratis prorrheticum i commentaria iii 16.558

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.558

Τὰ ἀραιὰ κατὰ πλευρὸν ἐν τουτέοισιν ἀλγήματα παραφροσύνην σημαίνει. Ἐλλιπῶς οὕτως καὶ ἀπροσδιορίστως ῥηθεὶς ὁ περὶ τῶν ἀλγημάτων τῶν πλευρῶν λόγος ἀσάφειαν οὐ τὴν τυχοῦσαν ἐμποιεῖ. ἀλλ' ἡμεῖς σπουδάζοντες ἐν σαφεῖ διδασκαλίᾳ τὰ πρὸς αὐτοῦ ἀσαφῶς εἰρημένα διδάξαι τῆς ἐξηγήσεως ἐφαψώμεθα. ἀραιὰ ὀδύνη γίνεται ἐν πλευραῖς, ὅταν τι φυσῶδες πνεῦμα γεννᾶται ἐν αὐταῖς. τοῦτ' οὖν καταλεπτυνθὲν καὶ διαφορηθὲν παύει τὴν ὀδύνην, εἶθ' ὕστερον πάλιν ἕτερον γεννηθὲν αὔξει ταύτην. ἡ γοῦν οὕτως ἀραιὰ γιγνομένη ὀδύνη παραφροσύνην οὐ σημαίνει. ὅταν δὲ φλεγμαίνῃ ἡ πλευρὰ καὶ ποτὲ μὲν συνεχοῦς αἰσθάνηται τῆς ὀδύνης ὁ κάμνων, ποτὲ δὲ διὰ χρόνου, δείκνυσι τὴν γνώμην νοσεῖν οὐχὶ παντελῶς· σημεῖον γοῦν τὸ τοιοῦτο παραφροσύνης. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
