# In Hippocratis prorrheticum i commentaria iii 16.562

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.562

εἶναι θηριώδεις ἀξιῶν. ἀλλὰ ταύτας μὲν οὐ δεόμεθα ἐπιγνῶναι, τὰς δ' ἐπ' ὀλίγον γιγνομένας θρασείας, εἶτα παυσαμένας, ὑποπτεύειν συμβουλεύει καὶ μὴ πιστεύειν αὐταῖς ὡς οὐκ ἐπανελευσομέναις. αἱ μὲν γὰρ ἐπὶ πυρετοῖς θερμοῖς γινόμεναι παρακρούσεις οὐκ ἔχουσι τὸ θρασύ, ταῖς δὲ φρενιτικαῖς λεγομέναις τοῦθ' ὑπάρχει. δυνάμει τοιγαροῦν ὁ λόγος ἔσται τοιοῦτος· ὅταν ἴδῃς τινὰ θρασέως παρακρούσαντα, κἂν ὀλίγον ὕστερον παύσηται, γίνωσκε τοῦτον οὐ πυρετοῦ λόγῳ βλαβέντα τὴν γνώμην, ἀλλὰ τῷ φρενιτικὴν ὑποτρέφεσθαι διάθεσιν, ἥτις ὕστερον αὐξηθεῖσα θηριώδης σοι φανεῖται. θηριώδεις δ' ὀνομάζει παραφροσύνας, ἐν αἷς καὶ πατοῦσιν καὶ λακτίζουσι καὶ δάκνουσιν καὶ χολῶσιν ὡς ἐπιβούλους τοὺς εἰσιόντας νομίζοντες. Αἱ μετὰ καταψύξεως οὐκ ἀπυρέτῳ ἐφιδρώοντι τὰ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
