# In Hippocratis prorrheticum i commentaria iii 16.563

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.563

ἄνω δυσφορίαι φρενιτικαί, ὡς καὶ Ἀρισταγόρῃ, καὶ μέντοι καὶ ὀλέθριαι. Τινὰ μέν, ὡς καὶ πρόσθεν ἔφην, βέβαια γνωρίσματα τῶν ἀρχομένων γίνεσθαι νοσημάτων, τινὰ δ' ἐστὶ μὲν ὡς τὸ πολύ, ἀλλ' ἐγγὺς τῶν βεβαίων, ἔνια δ' οὐκ ἐγγὺς μέν, οὐ μὴν ἤδη γε πόρρω, τινὰ δ' ἀμφίδοξα καί τινα τούτων ἤδη κατωτέρω· περὶ ὧν ὅταν γράφῃ, ποτὲ μὲν ἀπορεῖν ὁμολογεῖ, ποτὲ δὲ ὀνομαστὶ μνημονεύει τῶν ἀνθρώπων, ἐφ' ὧν ἐθεάσατο γενόμενόν τι τοιοῦτον, ὥσπερ καὶ νῦν ἅπαντα ἃ διῆλθε συμπτώματα καὶ ἄλλων ἐστὶ πυρετῶν. ἐγχωρεῖ γε μὴν καὶ φρενῖτιν ἐπ' αὐτοῖς μάλιστα γενέσθαι διὰ τὴν ἐφίδρωσιν τῶν ἄνω. τὸ δ' ὀλεθρίας εἶναι τὰς τοιαύτας διαθέσεις, ἐάν τε φρενῖτιν ἐνέγκωσιν ἐάν τε μή, δῆλόν ἐστι τοῖς τε τῶν ἄχρι δεῦρο λελεγμένων μὴ παρέργως ἀκηκοόσι καὶ μεμνημένοις τῶν ἐν τῷ Προγνωστικῷ. |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
