Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.564
Not analysed yet
Τὰ ἐν φρενίτισι πυκνὰ μεταπίπτοντα σπασμώδεα. Ἔμπροσθεν μὲν εἴρηκεν τὸ ἐπιεικὲς ἐπὶ τῶν ἐν ἀρχῇ τῆς νόσου μεταπιπτόντων οὐκ ἀγαθὸν σημεῖον εἶναι, νυνὶ δὲ προέθετο περὶ τίνων μεταπιπτόντων ὁ λόγος ἐστὶν αὐτῷ διαρθρῶσαι· δύναται γὰρ καὶ συμπτώματα ταῖς δυνάμεσιν ἐναντία μεταβάλλειν εἰς ἄλληλα, καθάπερ ἐν τοῖς ἐφεξῆς αὐτὸς εἶπεν· "ἄκρεα ἐπ' ἀμφότερα ταχὺ μεταπίπτοντα κακόν, καὶ ἡ δίψα δὲ ἡ τοιαύτη κακόν". ἐπ' ἀμφοτέρων γὰρ ἀκουστέον, ἐπὶ μὲν τῶν ἀκρέων ἐκθερμαινομένων σφοδρῶς καὶ πάλιν ψυχομένων ἰσχυρῶς, ἐπὶ δὲ τῆς δίψης γιγνομένης σφοδρᾶς καὶ μετ' ὀλίγον οἰχομένης τελέως. οὐ ταὐτὸν δὲ τοῦτ' ἔστι τῷ ‘τὸ ἐπιεικὲς ταχὺ μεταπίπτειν’. ἐπ' ἐκείνου μὲν γὰρ ἐξ ἀγαθοῦ πρὸς τὸ μοχθηρόν, αὖθις δ' ἐξ ἐκείνου πρὸς τὸ κατὰ φύσιν ἐπάνοδος γίνεται, κατὰ δὲ τὴν νῦν εἰρημένην ῥῆσιν μετάπτωσις ἐκ μοχθηρῶν συμ|