# In Hippocratis prorrheticum i commentaria iii 16.565

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.565

πτωμάτων εἰς μοχθηρὰ δηλοῦται. αἱ τοιαῦται δὲ ἅπασαι μεταπτώσεις ἐπὶ χυμοῖς μεταρρέουσι γίγνονται. τοῖς μὲν γὰρ <ἐν> ἑνὶ μορίῳ στηριχθεῖσιν ἓν εἶδος ἕπεται συμπτώματος οἰκεῖον τῇ τε τοῦ μορίου φύσει καὶ τῇ τοῦ χυμοῦ δυνάμει. καὶ μὴν ἐκ τοῦ διαμένειν ἐπ' αὐτῶν τὴν φρενῖτιν ἐστηρίχθαι τις ἂν ἐν τῇ κεφαλῇ τὸν τὸ πάθος ἐργαζόμενον ὑπονοήσειε χυμόν. ὄντως οὖν κατ' αὐτὸν τὸν ἐγκέφαλον ἡ μετάρρυσίς ἐστιν, ἄλλοτε κατ' ἄλλο μέρος αὐτοῦ τι γιγνομένη τὴν μὲν ἰδέαν τοῦ πάθους φυλάττουσα, κατὰ μέρος δ' ὑπαλλάττουσα τὰ συμπτώματα. καὶ νῦν ὁ γράψας τὸ προκείμενον βιβλίον ἐπὶ τῶν τοιούτων μεταπτώσεων ποιεῖται τὸν λόγον, ἵνα κροκυδίζοντες ἢ καρφολογοῦντες ἐφ' ἡσυχίας πολλῆς ὀλίγον ὕστερον ἀναπηδήσωσιν ἢ καί τι μανιῶδες πράξωσιν, εἶτ' αὖθις ἡσυχάσωσιν ἢ μέμψωνταί τι τῶν ἔξωθεν οὐ παρόν, ὥσπερ οὖν κελεύουσιν ἀπενεχθῆναι τοὺς σαλπιστὰς ἢ τοὺς αὐλητὰς οὐδ' ἑνὸς τοιούτου παρόντος. ὡς γὰρ τὸ κροκυδίζειν καὶ τὸ καρφολογεῖν βλάβη τῆς ὀπτικῆς ἐστιν αἰσθήσεως, οὕτω ταῦτα τῆς ἀκουστικῆς. καὶ κατὰ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
