# In Hippocratis prorrheticum i commentaria iii 16.566

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.566

τὴν ὀσφραντικὴν δὲ παραπλήσιον γίνεται σύμπτωμα, δυσώδεις τινὰς ὀσμὰς οὐ παρούσας αἰτιωμένων αὐτῶν. εἰσὶν δ' οἳ καὶ τῶν ἐπικειμένων τι κελεύουσιν αἴρειν ὡς βαρῦνον σφοδρῶς ἢ θερμαῖνον ἢ δάκνον ἢ ψῦχον βαστάζοντες, τῆς ἁπτικῆς αἰσθήσεως ἐν τοῖς τοιούτοις συμπτώμασι βεβλαμμένης. εἰκὸς οὖν ἐστι τὸν συγγραφέα τοῦ βιβλίου τούτου τὰς τῶν συμπτωμάτων μεταπτώσεις αἰτιᾶσθαι διαμένοντος τοῦ φρενιτίζειν. ἑώρανται γὰρ ἡμῖν οὐκ ὀλιγάκις αἱ τοιαῦται παρακοπαὶ διὰ παντὸς μὲν ἐν τῷ παρανοεῖν ἔτι ὄντος τοῦ κάμνοντος, ὑπαλλαττομένου δὲ τοῖς τρόποις κατὰ πάντα τὰ γένη τῶν ψυχικῶν ἐνεργειῶν. ὡς γὰρ ἐπὶ τῶν αἰσθητικῶν διῆλθον, οὕτω κἀπὶ τῶν κατὰ λόγον καὶ γνώμην μνήμην τε καὶ νόησιν ὁρῶμεν ἐνίοτε τοῖς φρενιτικοῖς μεταπτώσεις γιγνομένας, ὥστε ποτὲ μὲν ὀργίζεσθαι, ποτὲ δ' ἐνήδεσθαι ἢ σπουδαίου τινὸς ἔχεσθαι λόγου παραφρονοῦντας αὐτούς. καὶ γὰρ ῥήτορος ἤκουσα μελετῶντος ἐν παρακοπῇ καὶ γραμματικοῦ βιβλίον ἀναγινώσκειν οἰομένου Βακχυλίδειον ἢ Σαπφικόν, ἀριθμητικοῦ δέ τινος ἢ γεωμέτρου |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
