Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.567
Not analysed yet
θεωρήματα διερχομένου τῆς αὑτοῦ τέχνης. ἐὰν οὖν ταῦτα σεμνῶς λέγοντες ὀλίγον ὕστερον αἰσχρῶν καὶ ἀσέμνων πραγμάτων μνημονεύσωσιν, ὅπερ ἐν ταῖς Ἐπιδημίαις ‘αἰσχρομυθεῖν’ ἐκάλεσεν, ἡ μετάπτωσις οὐκ ἐκ φαύλων εἰς ἐπιεικῆ, ἀλλ' ἐκ μοχθηρῶν εἰς μοχθηρὰ γίνεται, καθάπερ ἐνίοτε θρασύτατοι κατά τινα καιρὸν ὀφθέντες οἱ παραφρονοῦντες ὀλίγον ὕστερον φαίνονται δειλοὶ καὶ κατεπτηχότες. ὁρᾶται γὰρ τὰ τοιαῦτα περὶ αὐτοὺς συμπτώματα ποτὲ μὲν μηδὲ τὰ φοβερώτατα φοβουμένους, ἐνίοτε δ' ἐπὶ τοῖς μικροτάτοις ἐκπληττομένους. τῶν γοῦν τοιούτων μεταπτώσεων δοκεῖ μοι †μηδὲν νῶ κατὰ τὴν ἑπομένην ῥῆσιν γεγραφὼς παράδειγμα, καθ' ἥν φησι· "τὰ οὐρούμενα μὴ ὑπομνησάντων ὀλέθρια". νόει οὖν μοί τινα τὰς εἰρημένας μεταβολὰς ἁπάσας ἐσχηκότα περί τε τὴν οὔρησιν καὶ τὰ ἄλλα, ὅσα κατὰ τὴν μνήμην σφάλλονταί τινες, νόησον δὲ καὶ κατὰ τὰς αἰσθητικὰς παρατυπώσεις ἁπάσας ἐν μέρει σφαλλόμενον, ὡσαύτως δὲ καὶ κατὰ τὰς διανοητικάς· ἐπὶ τοῦ τοιούτου κατὰ τὸν ἐγκέφαλόν ἐστι τὸ αἴτιον, ἀλλ'