# In Hippocratis prorrheticum i commentaria iii 16.568

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.568

ἄλλοτ' ἄλλον αὐτοῦ τό|πον ἐνοχλεῖ μεταρρέον. ἐδείχθησαν δ' ἡμῖν αἱ τοιαῦται μεταρρύσεις γιγνόμεναι τῶν δεχομένων μορίων ἑκάστου τὸ περιττὸν ὠθοῦντος εἰς ἕτερον ἀφ' ἑαυτοῦ. καὶ τοίνυν εἰκός ἐστιν, ἐὰν ἄλλοτ' ἐξ ἄλλου μέρους τοῦ κατὰ τὸν ἐγκέφαλον εἰς ἄλλο καταρρέων ὁ λυπῶν χυμὸς ὑπὸ πάντων ὠθῆται, τοῖς ἀποπεφυκόσιν αὐτοῦ νεύροις ἐμπεσόντα ποτὲ σπασμὸν ἐπενεγκεῖν. εἴρηκεν γὰρ αὐτὸς ὁ Ἱπποκράτης ὑπό τε πληρώσεως καὶ κενώσεως τὸ πάθος τοῦτο γίγνεσθαι. Τὰ οὐρούμενα μὴ ὑπομνησάντων ὀλέθρια. ἆρά γε τούτοισιν οὐρέεται οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας; Ἐπὶ φρενιτικῶν ἄκουε τοῦ λεγομένου, παραβάλλοντος αὐτοῦ τοὺς μετὰ τῆς ὑπὸ τῶν παρόντων ἀναμνήσεως οὐροῦντας τοῖς χωρὶς ταύτης, οἵτινες οὐδὲ ἀγγεῖον αἰτοῦσιν, ἀλλ' ἀτάκτως καὶ ἀλόγως εἰς τὴν στρωμνὴν προΐενται τὸ οὖρον. εὔδηλον οὖν, ὅτι πολὺ χεῖρον ἔχουσιν οὗτοι τῶν |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
