# In Hippocratis prorrheticum i commentaria iii 16.569

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.569

μηδ' ὅλως οὐρούντων, εἰ μή τις αὐτοὺς ὑπομνήσειεν. ἐπ' ἐκείνων μὲν γὰρ ἓν γοῦν τι σῴζεται τῶν κατὰ φύσιν ἔργων τῆς διανοίας, φυλαττομένων οὖρον εἰς τὴν στρωμνὴν ἀποκρίνειν, ἐπὶ τούτων δ' ἀπόλωλε καὶ τοῦτο. τὸ δὲ προσκείμενον ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως, ἔνθα φησίν· ἆρά γε τούτοισιν οὐρέεται οἷον εἰ τὴν ὑπόστασιν ἀναταράξειας; διὰ τοῦτό μοι δοκεῖ προστεθηκέναι, διότι τοιαύτην ἰδέαν οὔρων ἐφ' ἑνὸς ἢ δυοῖν ἐθεάσατο τῶν οὕτως οὐρούντων. ἀδυνατῶν οὖν ἐκ τῆς τοῦ πράγματος φύσεως ἐνδεικτικῶς ἀποφήνασθαι τὸ καθόλου, μετὰ τοῦ μηδ' ἐκ τῆς ἐμπειρίας ἐσχηκέναι τι πιστὸν ὀλιγάκις ἑωραμένου τοῦ πράγματος, εἰκότως τὸν τῆς ἀπορίας δηλωτικὸν προσέθηκε σύνδεσμον τὸν ἆρα. τολμήσωμεν οὖν ἡμεῖς ἀποφήνασθαι τὸ καθόλου, καθάπερ ἔμπροσθεν ἐπ' ἄλλων ἐποιήσαμεν, ὡς τοῦ τῶν ὠμῶν χυμῶν πλήθους ἤτοι πεττομένων ἢ πνευματωθέντων ἡ τοιαύτη τῶν οὔρων ἰδέα σύμπτωμά ἐστιν, οὐ φρενίτιδος. ἀλλὰ καὶ τοῦτο καὶ γενέσθαι ποτὲ δύναται τοῖς φρενιτικοῖς καὶ μὴ γενέσθαι, καθάπερ τι καὶ |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
