Ancient Greek
Volume 16
Galen, In Hippocratis prorrheticum i commentaria iii 16.570
Not analysed yet
ἄλλο σύμπτωμα τῶν οὔτ' οἰκείων φρενίτιδος οὔτ' ἐναντίων αὐτῇ. Οἱ παλμώδεες δι' ὅλου ἆρά γε ἀφώνως τελευτῶσιν; Δῆλός ἐστι πάλιν ἐνταῦθα παλμώδη τινὰ τεθεαμένος ἤτοι δι' ὅλου τοῦ σώματος ἢ τῷ τυχόντι μέρει (ἄδηλον γὰρ πότερον εἶπε τὸ δι' ὅλου), κἄπειτα πλησίον τοῦ θανάτου γενόμενον ἄφωνον ἰδὼν ὄντα, οὐ δυνάμενος οὔτε ἐμπειρικῶς οὔτε λογικῶς εὑρεῖν ἐξ ἀνάγκης ἀφωνίαν ἑπομένην τῷ παλμώδει παθήματι καὶ διὰ τοῦτο ἐπιζητῶν καὶ ἀπορῶν, προστεθηκέναι τῷ λόγῳ τὸν ἆρα σύνδεσμον. ἡμεῖς οὖν πάλιν ἀποφαινόμεθα κἀνταῦθα τὸν παλμόν, καθότι δέδεικται, διὰ πνεῦμα φυσῶδες γιγνόμενον τοῦ φυσώδους ἀθροιζομένου πνεύματος διὰ ψύξιν. ὅταν οὖν ὅλον τὸ σῶμα παλμῶδες γένηται, δυνατὸν τὸν οὕτως ἔχοντα διὰ ψύξιν ἀποθανεῖν ἄφωνον μηκέτι τῶν τὸν λάρυγγα κινούντων μυῶν ἢ τῶν |