# In Hippocratis prorrheticum i commentaria iii 16.572

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.572

καὶ τὴν γαστέρα· καὶ διὰ τοῦτο ἐνίοτε τὸ κάτω σείεται χεῖλος εἰς ἔμετον ὁρμῶντος τοῦ στόματος τῆς γαστρός. ἐνδείκνυται γὰρ ἡ σεῖσις τοῦ χείλους δάκνεσθαί τε καὶ σπαράττεσθαι καὶ κλονεῖσθαι τὸν ἐκτεταμένον ἀπὸ τοῦ στόματος ἐπὶ τὴν γαστέρα χιτῶνα. ἐπὶ μὲν οὖν τῶν δυναμένων εἰπεῖν ἃ πάσχουσι καὶ καρδιωγμός ἐστι σημεῖον οὐ σμικρὸν ἐμέτου μέλλοντος, ἀλγοῦσί τε καὶ κεφαλὴν καί τι καὶ τοῖς ὀφθαλμοῖς φαντάζονται ὀρφνῶδες. εἴρηται γοῦν ἐν τῷ Προγνωστικῷ ταῦτα· "ὅστις δ' ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται". τῶν φρενιτικῶν δ' οὐ δυναμένων ἃ πάσχουσι λόγῳ δηλοῦν, ἐξ ὧν αὐτοὶ θεώμεθα μόνων ἐπιχειροῦμεν τῇ προγνώσει. θεώμεθα δὲ ἐπὶ τῶν φρενιτικῶν τὸ λεπτὸν τῇ συστάσει πτύελον ἱκανώτατον ἐνδείξασθαι τὸν ἔμετον. οὐ γὰρ ἂν ἄλλως ἐν ξηρῷ νοσήματι φρενίτιδι, καθ' ὃ καὶ ἡ γλῶττα πολλάκις γίνεται ξηροτάτη, περιττεῦον ἐν τῷ στόματι φαίνοιτο τὸ λεπτὸν ὑγρόν. ἡ δὲ κατάψυξις |

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
