# In Hippocratis prorrheticum i commentaria iii 16.575

Galen, In Hippocratis prorrheticum i commentaria iii, Volume 16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/galen/in-hippocratis-prorrheticum-i-commentaria-iii/16.575

βας ὑπάρχειν ἅμα θερμασίᾳ τινὶ παρὰ φύσιν οὐκ ὀλίγου πνεύματος ἠθροισμένου φυσώδους. ὥσπερ οὖν ἐνδεχόμενόν ἐστιν ἐπὶ τῶν εἰρημένων συνόδων παρακροῦσαι τὸν ἄνθρωπον, οὕτως οὐκ ἀναγκαῖον. ἡ γὰρ ἐπιπλοκὴ τῶν σημείων οὐχ ἁπάντων ἐστὶν ὁμογενής, τῆς μὲν κωφώσεως τὴν κεφαλὴν ἐνδεικνυμένης πεπονθέναι, τῶν δ' ἐξερύθρων οὔρων τοὺς νεφρούς, τῶν δὲ ἀκαταστάτων οὔρων ἐπὶ τοῖς ἐναιωρήμασι πρῶτον μὲν ἐν ταῖς φλεψὶν ἀπέπτων χυμῶν ταραχὴν ἐνδεικνυμένων, κατὰ συμβεβηκὸς δὲ καὶ τῇ τῆς παρακρούσεως γενέσει συντελούντων. τὸ δ' ἐφεξῆς τῶν εἰρημένων γεγραμμένον τὸ τοὺς τοιούτους ἰκτεροῦσθαι κακόν, ἀληθὲς μέν ἐστιν, ἀλλ' ὅτι συνδρομὰς ἑτερογενῶν σημείων οὐ χρὴ ποιεῖσθαι κατὰ τὰς τοιαύτας διδασκαλίας ἔμπροσθεν δέδεικται. καὶ μὲν δὴ καὶ περὶ τοῦ κακὸν εἶναι μώρωσιν ἐπὶ τοῖς ἰκτέροις εἴρηται πρόσθεν, ἡνίκα προειπών "ἐν φρενιτικοῖς λευκὴ διαχώρησις κακόν" ἐπήνεγκεν "ἆρά γε ἐπὶ τούτοισι καὶ νωθρότης γίνεται;" καὶ γὰρ μεταλαμβάνει τὸν λόγον εἰς ἑτέρας φωνὰς ἀντὶ μὲν τῆς λευκῆς διαχωρήσεως, ἥτις ἐστὶν ἴδιον τῶν ἰκτερικῶν σύμπτωμα, τοῦ πά|θους αὐτοῦ μνημονεύσας, ἀντὶ δὲ τῆς νωθρότητος τὴν μώρωσιν εἰπών.

---

Galenus Med., In Hippocratis prorrheticum i commentaria iii. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0057.tlg088.local001/.
